D.P. schol.

Abbreviated Work Title

D.P. schol.

Author

Scholia in Dionysium Periegetam

Work

Scholia in Dionysii periegetae orbis descriptionem (scholia vetera) (olim sub auctore Demetrio Lampsaceno)

Section

Vita-verse of Orbis descriptio 476 line of scholion 4

Text

Ἀονίῳ τμηθεῖσα] τῷ Βοιωτικῷ τοῦ Ποσει-
δῶνος, ἐπειδὴ ἐν τῇ Βοιωτίᾳ ἐτιμᾶτο ὁ Ποσειδῶν·
ὅθεν καί (Il. β, 506)·
    Ὄγχηστόν θ’ ἱερὸν, Ποσιδήϊον ἀγλαὸν ἄλσος· 
ἢ τῷ ἰσχυρῷ· ἄριστος γὰρ ὁ ἔνθεν σίδηρος. Φασὶ δὲ
Ἰοκάστῳ τῷ Αἰόλου παιδὶ χαριζόμενον Ποσειδῶνα Σι-
κελίαν διατεμεῖν τῷ σιδήρῳ, πρότερον χερσόνησον
οὖσαν, ὅπως ἔχῃ ταύτην πρὸς οἴκησιν, ὡς καὶ Καλ-
λίμαχός φησι·