Abbreviated Work Title
Pi. schol. O.3.31a-b
Work
Scholia in Pindarum (scholia vetera)
Section
Ode O 3 scholion 31a-b
Text
(31a) A ἄλσει: οὐ θαυμαστὸν εἰ τὸ μήπω πεφυτευμένον
ἄλσος εἶπεν. Ἀριστόνικος προληπτικῶς φησιν εἰρῆσθαι· οἱ
δὲ ὅτι πάντα τὰ ἱερὰ, κἂν μήπω πεφυτευμένα ᾖ, ἄλση
ἐκάλουν οἱ ἀρχαῖοι. καὶ Ὅμηρος (Β 506)· Ὀγχηστόν θ’ ἱε-
ρὸν, Ποσειδήιον ἄλσος. ἥκιστα γὰρ δενδρώδης Ὀγχηστὸς, (5)
ἐφ’ ὑψηλοῦ κείμενος.
(31b) CDEHQ ἄλσει: οὐκ ἄν τις ἐνταῦθα ἐναντιωθείη τῷ Πιν-
δάρῳ τὸ ἔτι ἀφύτευτον χωρίον ἄλσος ὀνομάζοντι. ἔλεγον
CEHQ γὰρ πᾶν χωρίον ἀφιερωμένον θεῷ, κἂν ψιλὸν φυτῶν ᾖ,
ἄλσος· ὡς καὶ Ὅμηρος (l. l.)·
Ὀγχηστόν θ’ ἱερὸν, Ποσιδήιον ἀγλαὸν ἄλσος. (5)
οὐ γὰρ Ὀγχηστὸς δένδρεσι κομᾷ, ἀλλ’ ἱερός ἐστιν.