Abbreviated Work Title
Pi. schol. I.4.33a-c
Work
Scholia in Pindarum (scholia vetera)
Section
Ode I 4 scholion 33a-c
Text
(33a.) Ὀγχηστὸν οἰκῶν: ἱερὸν γὰρ τῷ θεῷ τὸ χωρίον, ὡς
καὶ Ὅμηρός φησι (Β 506). (33b.) γέφυραν δὲ ποντιάδα τὸν
Ἰσθμὸν ἔφη διὰ τὸ ἑκατέρωθεν θάλασσαν εἶναι καὶ τὴν δια-
τείνουσαν ζώνην γεφύρᾳ ἐοικέναι. (33c.) τὸ δὲ σαφὲς οὕτως·
ὁ δὲ τῆς γῆς κινητὴρ Ποσειδῶν ὁ τὸν Ὀγχηστὸν οἰκῶν καὶ τὴν
θαλασσίαν γέφυραν τὴν πρὸ τῶν τειχῶν τῆς Κορίνθου, τοῦ-
τον ἐπὶ τῇ νίκῃ χαρισάμενος τὸν ὕμνον τῷ τοῦ Μελίσσου γένει,
ἐκ τῶν κοιτῶν ἀσθενήσασαν καὶ νοσηλευομένην πάλιν αὐτῶν
τὴν παλαιὰν ἀναρρώννυσι δόξαν. ἦν γὰρ ἀφυπνώσασα καὶ
ἀφανὴς γενομένη.