Abbreviated Work Title
Pediasim. 621
Work
Scholia in Hesiodi scutum (scholia paraphrastica Pediasimi et exegesis Joannis Tzetzae)
Section
Page 621 line 31
Text
ΚΑΙ ΤΑΥΡΕΟΣ ΕΝΝΟΣΙΓΑΙΟΣ. Ἤγουν διὰ
τὸν τῶν κυμάτων ἦχον, ὡς ταῦροι γὰρ μυκῶνται· ἢ ὅτι ταυ-
ρόκρανός ἐστιν· ἢ ὅτι Ταύρειος Ποσειδὼν ἐν πόλει Βοιωτίας,
διὰ τὸ ταύρους θύεσθαι αὐτῷ, καὶ μάλιστα ἐν Ὀγχηστῷ. Διὰ
τοῦτο καὶ ταυροκράνους τοὺς ποταμούς. Ἀπὸ οὖν τοῦ θυ-
σίας ταύρων ἐπιτελεῖν τῷ Ποσειδῶνι, ταύρειος ἐκλήθη Βοι-
ωτικῶς.