Elateia. Treaty of alliance between the Boiotian Koinon and the Koinon of the Phokeis

Reference ID

IG IX, 1 98; SEG 45.507

Date

Shortly after 196 BCE or c. 228-224 BCE

Inscription

         — — —
1       [ἐὰν δέ τι ὑπεκ]τίθεσθαι βο[ύλω]ντ̣α[ι Βοιωτοὶ εἰς τὴν Φωκίδα ἢ]
         [Φωκεῖς εἰς Βοι]ω[τ]ίαν, ἀτέλειαν εἶναι αὐτοῖς εἰ[σάγουσί τε καὶ]
         [ἐὰν πάλιν ἐ]ξάγωνται· ἐν δὲ τῆι χώραι διδόναι τ[ὰ τέλη — — —]
         — — —ναιτο δίκαιον διδόναι αὐτοὺς καὶ λ[αμβάνειν — — —]
5       [ἐὰν δέ τις] γίνηται ἀπὸ τῶν ὑπεκτιθεμένων κα[ρπός, ἀτελῆ εἶναι]
         [παντὸς τέλους π]αρ’ ἑκατέροις· ὑπὲρ δὲ τῶν ἄλλων ἁπάντ[ων τὰ νόμι]-
         [μα τέλη λ]αμβάνειν Βοιωτοὺς καὶ Φωκεῖς παρ’ ἀλλή[λων — — —]
         [— — — ἐξ]εῖναι δὲ Βοιωτοῖς καὶ Φωκεῦσι διορθώσασ[θαι — — —]
         [— — —]#⁷ ὃ ἂν δόξηι κοινῆι ἀμφοτέροις. ὀμνύειν δὲ τὰ [ἀμφοτέρων ἀρ]-
10     [χεῖα τά τε κοι]νὰ καὶ τὰ κατὰ πόλεις καθ’ ἕκαστον ἐνιαυτὸν ἐφ— — —
         — — —λην ἐπειδὰν αἱρεθῆι, τὰ μὲν Βοιωτῶν ἐν Ὀγχηστ[ῷ, τὰ δὲ Φω]-
         [κέων ἐν Ἐ]λατείαι· ἐξορκιζέτωσαν δὲ τοὺς μὲν βοιωτάρχ[ας οἱ τῶν]
         [Φωκέων κο]ινοὶ στρατηγοί, τοὺς δὲ στρατηγοὺς καὶ τὰ κατὰ π[όλεις]
         [ἀρχεῖα οἱ] βοιωτάρχαι· τὸ δὲ ὅρκιον ἑκάτεροι παρεχόντων. ὅρκος·
15     [ὀμνύω τ]ὸν Δία τὸμ Βασιλέα καὶ τὴν Ἥραν τὴμ Βασίλειαν καὶ τὸμ Ποσει-
         [δῶνα καὶ τὴ]ν Ἀθηνᾶν καὶ τοὺς ἄλλους θεοὺς πάντας καὶ πάσας ἐμ[μενεῖν τῇ]
         [συμμαχίᾳ Βο]ιωτοῖς καὶ Φωκεῦσι κατὰ τὰς ὁμολογίας ἀδόλως εἰς τὸν
         [πάντα χρ]όνον· εὐορκοῦντι μέμ μοι εἴη πολλὰ κἀγαθά, εἰ δ’ ἐφιορκοίην, τἀ-
         [ναντία. το]ὺς δὲ βοιωτάρχας καὶ τοὺς στρατηγοὺς ἀνα-
20     [γράψαι τὴ]ν συμμαχίαν εἰς στήλην καὶ ἀναθεῖναι ἑκατέρους
         [παρ’ ἑαυτο]ῖς ἐν ἱερῶι, οὗ ἂν δοκῆι ἐγ καλλίστωι εἶναι.

Bibliography

R. Flacelièr, Les Ait. à D. 289, n. 2; F. Schober, RE, s.v. Phokis 493; P. Roesch, EB 270, 359-364

Bibliographic Notes

SEG 45.507:

IG IX 1 98; ISE 2 83. M.Nafissi, Klio 77 (1995) 153/154, dates this treaty to ca. 228-224 B.C.; cf. P.Roesch, Études béotiennes (Paris 1982) 359-367 who dated it to 228 B.C.