IG IX, 12 1:170 (Frg.a, ll. 1-18)
291 BCE(?)
frg. a
[— — — — — — — — — — — — — — — — — — — — — — — — — —]
1 [— — —c.20— — —]ν̣ τῶι κοινῶ̣[ι ․․c.8․․․]α̣ι̣ τοὺς ὁπλ[ί]-]
[τας ․․․․c.12․․․․]ς· στήλας δὲ στῆσαι ἀναγράψαντας]
[τήν τε συμμαχ]ί̣α̣ν̣ καὶ τὸν ὅρκον ἐμ μὲν Αἰτω̣λίαι ἐν Θέρμωι]
[․․․c.9․․․ Α]ἰτ̣ω̣λ̣ίαι καὶ ἐλ Λοφρίωι, ἐν δὲ Βοιωτοῖς ἐν τῶι ἱερῶι]
5 [τοῦ Ποσει]δ̣[ῶ]ν̣ος̣ ἐ̣ν̣ Ὀγχηστῶι καὶ ἐν Ἀλαλκομενείωι καὶ ἐγ̣ Κο-]
[ρωνείαι] ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς, καὶ κοινὴν ἐν Δελφοῖς. ὀμό-]
[σαι δὲ] τὸν ὅρκον ἑκατέρους τόνδε· ὀμνύω Δία, Γῆν, Ἥλιον, Πο-]
[σειδ]ῶ, Ἄρη, Ἀθηνᾶν Ἀρείαν̣, θ[εο]ὺς πάντας καὶ πάσας· συμμα-]
[χήσ]ω κατὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας τὰς γεγενημένας]
10 [Βοιωτ]ο̣ῖς καὶ Αἰτωλοῖς̣ καὶ Φωκεῦσιν τοῖς μετ’ Αἰτωλῶν ἀδόλως]
[καὶ οὐκ] ἐνκαταλείψω οὔτε πολέμου ὄντος οὔτε εἰρήνης,]
[ἀλλὰ βο]ηθήσω παντὶ σθένει καθότι ἂν παρακαλῶσι· εἰ μὲν εὐ-]
[ορκέω] πολλά μοι κἀγαθὰ εἴησαν, εἰ δ’ ἐφιορκοίην ἐξώλης εἴην]
[αὐτὸς καὶ] γένος. εἰ δέ τις ὅπλα ἐπιφέροι ἐπὶ Βοιωτοὺς ἐπὶ πο-]
15 [λέμωι ἢ ἐπ’ Αἰ]τωλούς, βοηθεῖν ἀλλήλοις παντὶ σθένει. {²vac.}²]
[․․․c.10․․․]τος Βοιωτοῖς ἢ συμμαχ[․․․c.10․․․]ρ̣ο[— — — — — — — —]]
[․․․․10․․․․ο]υ Θεσπιέος [— — — — — — — — — — — — — — — — — —]]
[— — — — — —]ατανα[— — — — — — — — — — — — — — — — — — — — —]]
H. Schmidt, Staatsverträge III 96-99, n. 463; H. Pomtow, Sylloge3 366; P. Roesch, EB 270