Steph. Byz. 401

Abbreviated Work Title: 

St.Byz. 401

Author: 

Stephanus Byzantius

Work: 

Ethnica (epitome).

Section: 

Page 401 line 13

Text: 

Ὀγχηστός, ἄλσος. Ὅμηρος „Ὀγχηστόν θ’ ἱερόν, Ποσι-
δήιον ἀγλαὸν ἄλσος“. κεῖται δὲ ἐν τῇ Ἁλιαρτίων χώρᾳ,
ἱδρυθὲν δὲ ὑπὸ Ὀγχηστοῦ τοῦ Βοιωτοῦ, ὥς φησιν Ἡσίοδος.
ἔστι καὶ πόλις [Βοιωτίας], ὡς Παυσανίας ἐνάτῳ. Ἀπολλώ-
νιος δὲ ὁ Ῥόδιος .... πόλιν φησὶ μεγάλην τὸν Ὀγχηστόν
μεταξὺ Ἁλιαρτίων καὶ Ἀκραιφίων. ἔστι καὶ ποταμὸς ἐν Θεσ-
σαλίᾳ. ὁ πολίτης Ὀγχήστιος. Παυσανίας ἐνάτῳ.