Pind. schol. I.1.44b-c

Abbreviated Work Title: 

Pi. schol. I.1.44b-c

Author: 

Scholia in Pindarum

Work: 

Scholia in Pindarum (scholia vetera)

Section: 

Ode I 1 scholion 44b-c

Text: 

(44b.)  τὸ δὲ ἑξῆς· ἱλήκοιτε, ὦ ἥρωες, ἐγὼ δὲ τῷ
Ποσειδῶνι καὶ τῇ Ἰσθμῷ τῇ θείᾳ καὶ τῷ Ὀγχηστῷ τὸν ὕμνον
ἐπιμελῶς παρέχων ἐν ταῖς τιμαῖς καὶ τοῖς κατορθώμασι τοῦ
νικηφόρου ὑμνήσω τοῦ πατρὸς αὐτοῦ Ἀσωποδώρου τὴν εὐδαι-
μονίαν. Ὀγχηστὸς δὲ τῆς Βοιωτίας χωρίον πάραλον ἀνιερω-
μένον Ποσειδῶνι, ὡς καὶ Ὅμηρος μαρτυρεῖ (Β 506)·

Ὀγχηστόν θ’ ἱερὸν, Ποσειδήϊον ἀγλαὸν ἄλσος.

(44c.) ἀϊόνεσσι δὲ εἶπεν, ἐπειδὴ παράκειται τῇ Ὀγχηστῷ πόλει

τῆς Βοιωτίας ἡ Κωπαῒς λίμνη.